Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.208 Joseph. AJ 5.213 (English) >>Joseph. AJ 5.218

5.211τοῦτο δὲ ποιούντων ἐπʼ ἔτη ἑπτὰ εἰς τὰ ὄρη τῶν Ἰσραηλιτῶν ἀνεστάλη τὸ πλῆθος καὶ τῶν πεδίων ἐξεχώρουν ὑπονόμους τε καὶ σπήλαια ποιησάμενοι πᾶν τι τοὺς πολεμίους διέφυγεν ἐν τούτοις εἶχον φυλάττοντες. 5.212οἱ γὰρ Μαδιηνῖται κατὰ ὥραν θέρους στρατεύοντες τὸν χειμῶνα γεωργεῖν τοῖς Ἰσραηλίταις ἐπέτρεπον, ὅπως ἔχωσι πεπονηκότων αὐτῶν εἰς βλάπτωσι. λιμὸς δʼ ἦν καὶ σπάνις τροφῆς καὶ τρέπονται πρὸς ἱκετείαν τοῦ θεοῦ σώζειν αὐτοὺς παρακαλοῦντες. 5.213

Καὶ Γεδεὼν Ἰάσου παῖς Μανασσίδος φυλῆς ἐν ὀλίγοις δράγματα σταχύων φερόμενος κρυπτῶς εἰς τὴν ληνὸν ἔκοπτε· τοὺς γὰρ πολεμίους ἐδεδίει φανερῶς τοῦτο ποιεῖν ἐπὶ τῆς ἅλωος. φαντάσματος δὲ αὐτῷ παραστάντος νεανίσκου μορφῇ καὶ φήσαντος εὐδαίμονα καὶ φίλον τῷ θεῷ, ὑποτυχώντοῦτο γοῦν, ἔφη, τεκμήριον τῆς εὐμενείας αὐτοῦ μέγιστον τῇ ληνῷ με νῦν ἀντὶ ἅλωος χρῆσθαι”. 5.214θαρσεῖν δὲ παρακελευσαμένου καὶ πειρᾶσθαι τῆς ἐλευθερίας ἀνασώζειν ἀδυνάτως ἔχειν ἔλεγε· τήν τε γὰρ φυλὴν ἐξ ἧς ὑπῆρχε πλήθους ὑστερεῖν καὶ νέον αὐτὸν εἶναι καὶ τηλικούτων πραγμάτων ἀσθενέστερον. δὲ θεὸς αὐτὸς ἀναπληρώσειν τὸ λεῖπον ἐπηγγέλλετο καὶ νίκην παρέξειν Ἰσραηλίταις αὐτοῦ στρατηγοῦντος. 5.215

Τοῦτʼ οὖν διηγούμενος Γεδεὼν τισὶ τῶν νέων ἐπιστεύετο, καὶ παραχρῆμα πρὸς τοὺς ἀγῶνας ἕτοιμον ἦν τὸ στρατόπεδον μυρίων ἀνδρῶν. ἐπιστὰς δὲ κατὰ τοὺς ὕπνους θεὸς τῷ Γεδεῶνι τὴν ἀνθρωπίνην φύσιν αὐτῷ φίλαυτον οὖσαν ἐδήλου καὶ πρὸς τοὺς ἀρετῇ διαφέροντας ἀπεχθανομένην, ὅπως τε τὴν νίκην παρέντες τοῦ θεοῦ δοκεῖν νομίζουσιν ἰδίαν ὡς πολὺς στρατὸς ὄντες καὶ πρὸς τοὺς πολεμίους ἀξιόμαχος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.208 Joseph. AJ 5.213 (English) >>Joseph. AJ 5.218

Powered by PhiloLogic